Exodus, 31
1. And the Lord spoke to Moses, saying:
1. καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2. Behold, I have called by name Beseleel the son of Uri the son of Hur of the tribe of Juda,
2. ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ τῆς φυλῆς Ιουδα
3. And I have filled him with the spirit of God, with wisdom and understanding, and knowledge in all manner of work.
3. καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ
4. To devise whatsoever may be artificially made of gold, and silver, and brass,
4. διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην
5. Of marble, and precious stones, and variety of wood.
5. καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα
6. And I have given him for his companion Ooliab the son of Achisamech of the tribe of Dan. And I have put wisdom in the heart of every skilful man, that they may make all things which I have commanded thee,
6. καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν τοῦ Αχισαμαχ ἐκ φυλῆς Δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα
7. The tabernacle of the covenant, and the ark of the testimony, and the propitiatory that is over it, and all the vessels of the tabernacle,
7. τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς
8. And the table and the vessels thereof, the most pure candlestick with the vessels thereof, and the altars of incense,
8. καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς
9. And of holocaust, and all their vessels, the laver with its foot,
9. καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
10. The holy vestments in the ministry for Aaron the priest, and for his sons, that they may execute their office about the sacred things:
10. καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι
11. The oil of unction, and the incense of spices in the sanctuary, all things which I have commanded thee, shall they make.
11. καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν
12. And the Lord spoke to Moses, saying:
12. καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
13. Speak to the children of Israel, and thou shalt say to them: See that thou keep my sabbath: because it is a sign between me and you in your generations: that you may know that I am the Lord, who sanctify you.
13. καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ λέγων ὁρᾶτε καὶ τὰ σάββατά μου φυλάξεσθε σημεῖόν ἐστιν παρ’ ἐμοὶ καὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν ἵνα γνῶτε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς
14. Keep you my sabbath: for it is holy unto you: he that shall profane it, shall be put to death: he that shall do my work in it, his soul shall perish out of the midst of his people.
14. καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ
15. Six days shall you do work: in the seventh day is the sabbath, the rest holy to the Lord. Every one that shall do any work on this day, shall die.
15. ἓξ ἡμέρας ποιήσεις ἔργα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανάτῳ θανατωθήσεται
16. Let the children of Israel keep the sabbath, and celebrate it in their generations. It is an everlasting covenant
16. καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν διαθήκη αἰώνιος
17. Between me and the children of Israel, and a perpetual sign. For in six days the Lord made heaven and earth, and in the seventh he ceased from work.
17. ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ισραηλ σημεῖόν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσεν
18. And the Lord, when he had ended these words in mount Sinai, gave to Moses two stone tables of testimony, written with the finger of God.
18. καὶ ἔδωκεν Μωυσεῖ ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινα τὰς δύο πλάκας τοῦ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ
