Mosaico decorativo

1. Reunió de nuevo David a todo lo mejor de Israel, 30.000 hombres.

1. καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας

2. Se levantó David y partió con todo el pueblo que estaba con él a Baalá de Judá para subir desde allí el arca de Dios que lleva el nombre de Yahveh Sebaot que se sienta sobre los querubines.

2. καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ ἐφ’ ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβιν ἐπ’ αὐτῆς

3. Cargaron el arca de Dios en una carreta nueva y la llevaron de la casa de Abinadab que está en la loma. Uzzá y Ajyó, hijos de Abinadab, conducían la carreta con el arca de Dios.

3. καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ τοῦ ἐν τῷ βουνῷ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Αμιναδαβ ἦγον τὴν ἅμαξαν

4. Uzzá caminaba al lado del arca de Dios y Ajyó iba delante de ella.

4. σὺν τῇ κιβωτῷ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ

5. David y toda la casa de Israel bailaban delante de Yahveh con todas sus fuerzas, cantando con cítaras, arpas, adufes, sistros y cimbalillos.

5. καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς

6. Al llegar a la era de Nakón, extendió Uzzá la mano hacia el arca de Dios y la sujetó porque los bueyes amenazaban volcarla.

6. καὶ παραγίνονται ἕως ἅλω Νωδαβ καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος τοῦ κατασχεῖν αὐτήν

7. Entonces la ira de Yahveh se encendió contra Uzzá: allí mismo le hirió Dios por este atrevimiento y murió allí junto al arca de Dios.

7. καὶ ἐθυμώθη κύριος τῷ Οζα καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ

8. David se irritó porque Yahveh había castigado a Uzzá y se llamó aquel lugar Peres Uzzá hasta el día de hoy.

8. καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης

9. Aquel día David tuvo miedo de Yahveh y dijo: «¿Como voy a llevar a mi casa el arca de Yahveh?»

9. καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου

10. Y no quiso llevar el arca de Yahveh junto a sí, a la Ciudad de David, sino que la hizo llevar a casa de Obededom de Gat.

10. καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου

11. El arca de Yahveh estuvo en casa de Obededom de Gat tres meses y Yahveh bendijo a Obededom y a toda su casa.

11. καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου μῆνας τρεῖς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ

12. Se hizo saber al rey David: «Yahveh ha bendecido la casa de Obededom y todas sus cosas a causa del arca de Dios.» Fue David e hizo subir el arca de Dios de casa de Obededom a la Ciudad de David, con gran alborozo.

12. καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνῃ

13. Cada seis pasos que avanzaban los portadores del arca de Yahveh, sacrificaba un buey y un carnero cebado.

13. καὶ ἦσαν μετ’ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα

14. David danzaba y giraba con todas sus fuerzas ante Yahveh, ceñido de un efod de lino.

14. καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον

15. David y toda la casa de Israel hacían subir el arca de Yahveh entre clamores y resonar de cuernos.

15. καὶ Δαυιδ καὶ πᾶς ὁ οἶκος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος

16. Cuando el arca de Yahveh entró en la Ciudad de David, Mikal, hija de Saúl, que estaba mirando por la ventana, vio al rey David saltando y girando ante Yahveh y le despreció en su corazón.

16. καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ θυγάτηρ Σαουλ διέκυπτεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς

17. Metieron el arca de Yahveh y la colocaron en su sitio, en medio de la tienda que David había hecho levantar para ella y David ofreció holocaustos y sacrificios de comunión en presencia de Yahveh.

17. καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυιδ καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς

18. Cuando David hubo acabado de ofrecer los holocaustos y sacrificios de comunión, bendijo al pueblo en nombre de Yahveh Sebaot

18. καὶ συνετέλεσεν Δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων

19. y repartió a todo el pueblo, a toda la muchedumbre de Israel, hombres y mujeres, una torta de pan, un pastel de dátiles y un pan de pasas a cada uno de ellos, y se fue todo el pueblo cada uno a su casa.

19. καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ

20. Cuando se volvía David para bendecir su casa, Mikal, hija de Saúl, le salió al encuentro y le dijo: «¡Cómo se ha cubierto hoy de gloria el rey de Israel, descubriéndose hoy ante las criadas de sus servidores como se descubriría un cualquiera!»

20. καὶ ἐπέστρεψεν Δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ καὶ ἐξῆλθεν Μελχολ ἡ θυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων

21. Respondió David a Mikal: «En presencia de Yahveh danzo yo. Vive Yahveh, el que me ha preferido a tu padre y a toda tu casa para constituirme caudillo de Israel, el pueblo de Yahveh, que yo danzaré ante Yahveh,

21. καὶ εἶπεν Δαυιδ πρὸς Μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου

22. y me haré más vil todavía; seré vil a tus ojos pero seré honrado ante las criadas de que hablas.

22. καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν ὧν εἶπάς με δοξασθῆναι

23. Y Mikal, hija de Saúl, no tuvo ya hijos hasta el día de su muerte.

23. καὶ τῇ Μελχολ θυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.