Mosaico decorativo

1. Llegado el séptimo mes, los israelitas estaban ya en sus ciudades y entonces todo el pueblo se congregó como un solo hombre en Jerusalén.

1. καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπ’ αὐτὸν καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδίας καὶ τῆς Περσίδος

2. Josué, hijo de Yosadaq, con sus hermanos los sacerdotes, y Zorobabel, hijo de Sealtiel, con sus hermanos, se pusieron a reconstruir el altar del Dios de Israel, para ofrecer en él holocaustos, como está escrito en la Ley de Moisés, hombre de Dios.

2. καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ’ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι τῆς Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις

3. Erigieron el altar en su emplazamiento, a pesar del temor que les infundían los pueblos de la tierra, y ofrecieron en él holocaustos a Yahveh, holocaustos de la mañana y de la tarde;

3. καὶ ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη καὶ ἔξυπνος ἐγένετο

4. celebraron la fiesta de las Tiendas, según está escrito, con el número de holocaustos cotidianos establecidos según el rito de cada día;

4. τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον

5. después, ofrecieron el holocausto perpetuo y los de los sábados, novilunios y todas las solemnidades consagradas a Yahveh, además de lo que cada uno quería ofrecer voluntariamente a Yahveh.

5. εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα

6. Desde el día primero del séptimo mes, comenzaron a ofrecer holocaustos a Yahveh, aunque no se habían echado todavía los cimientos del santuario de Yahveh.

6. καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον

7. Se dio entonces dinero a los canteros y a los carpinteros; a los sidonios y a los tirios se les mandó víveres, bebidas y aceite, para que enviasen por mar a Joppe madera de cedro del Líbano, según la autorización de Ciro, rey de Persia.

7. καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ καὶ συγγενὴς Δαρείου κληθήσεται

8. El año segundo de su llegada a la Casa de Dios en Jerusalén, el segundo mes, Zorobabel, hijo de Sealtiel, y Josué, hijo de Yosadaq, con el resto de sus hermanos, los sacerdotes, los levitas y todos los que habían vuelto del destierro a Jerusalén, comenzaron la obra; designaron a algunos levitas, de veinte años en adelante, para dirigir las obras de la Casa de Yahveh.

8. καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως καὶ εἶπαν

9. Josué, sus hijos y sus hermanos, Cadmiel y sus hijos, los hijos de Hodavías, se pusieron como un solo hombre a dirigir a los que trabajaban en la obra de la Casa de Dios.

9. ὅταν ἐγερθῇ ὁ βασιλεύς δώσουσιν αὐτῷ τὸ γράμμα καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι ὁ λόγος αὐτοῦ σοφώτερος αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται

10. En cuanto los albañiles echaron los cimientos del santuario de Yahveh, se presentaron los sacerdotes, revestidos de lino fino, con trompetas, y los levitas, hijos de Asaf, con címbalos, para alabar a Yahveh según las prescripciones de David, rey de Israel.

10. ὁ εἷς ἔγραψεν ὑπερισχύει ὁ οἶνος

11. Cantaron alabando y dando gracias a Yahveh: «Porque es bueno, porque es eterno su amor para Israel.» Y el pueblo entero prorrumpía en grandes clamores, alabando a Yahveh, porque la Casa de Yahveh tenía ya sus cimientos.

11. ὁ ἕτερος ἔγραψεν ὑπερισχύει ὁ βασιλεύς

12. Muchos sacerdotes, levitas y jefes de familia, ya ancianos, que habían conocido con sus propios ojos la primera Casa, sobre sus cimientos, lloraban con grandes gemidos, mientras que otros lanzaban gozosos clamores.

12. ὁ τρίτος ἔγραψεν ὑπερισχύουσιν αἱ γυναῖκες ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια

13. Y nadie podía distinguir los acentos de clamor jubiloso de los acentos de lamentación del pueblo, porque el pueblo lanzaba grandes clamores, y el estrépito se podía oír desde muy lejos.

13. καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ καὶ ἀνέγνω

14.

14. καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδίας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν

15.

15. καὶ εἶπεν καλέσατε τοὺς νεανίσκους καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν καὶ ἐκλήθησαν καὶ εἰσήλθοσαν

16.

16. καὶ εἶπαν αὐτοῖς ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων

17.

17. καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου καὶ ἔφη οὕτως

18.

18. ἄνδρες πῶς ὑπερισχύει ὁ οἶνος πάντας τοὺς ἀνθρώπους τοὺς πίνοντας αὐτὸν πλανᾷ τὴν διάνοιαν

19.

19. τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου

20.

20. καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα

21.

21. καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν

22.

22. καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς καὶ μετ’ οὐ πολὺ σπῶνται μαχαίρας

23.

23. καὶ ὅταν ἀπὸ τοῦ οἴνου γενηθῶσιν οὐ μέμνηται ἃ ἔπραξαν

24.

24. ὦ ἄνδρες οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν καὶ ἐσίγησεν οὕτως εἴπας



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.