Mosaico decorativo

1. Cada siete años harás remisión.

1. δι’ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν

2. En esto consiste la remisión. Todo acreedor que posea una prenda personal obtenida de su prójimo, le hará remisión; no apremiará a su prójimo ni a su hermano, si se invoca la remisión en honor de Yahveh.

2. καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὅτι ἐπικέκληται ἄφεσις κυρίῳ τῷ θεῷ σου

3. Podrás apremiar al extranjero, pero a tu hermano le concederás la remisión de lo que te debe.

3. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ τοῦ ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου

4. Cierto que no debería haber ningún pobre junto a ti, porque Yahveh te otorgará su bendición en la tierra que Yahveh tu Dios te da en herencia para que la poseas,

4. ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν

5. pero sólo si escuchas de verdad la voz de Yahveh tu Dios cuidando de poner en práctica todos estos mandamientos que yo te prescribo hoy.

5. ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον

6. Sí, Yahveh tu Dios te bendecirá como te ha dicho: prestarás a naciones numerosas, y tú no pedirás prestado, dominarás a naciones numerosas, y a ti no te dominarán.

6. ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν τρόπον ἐλάλησέν σοι καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν

7. Si hay junto a ti algún pobre de entre tus hermanos, en alguna de las ciudades de tu tierra que Yahveh tu Dios te da, no endurecerás tu corazón ni cerrarás tu mano a tu hermano pobre,

7. ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου

8. sino que le abrirás tu mano y le prestarás lo que necesite para remediar su indigencia.

8. ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καθ’ ὅσον ἐνδεεῖται

9. Cuida de no abrigar en tu corazón estos perversos pensamientos: «Ya pronto llega el año séptimo, el año de la remisión», para mirar con malos ojos a tu hermano pobre y no darle nada; él apelaría a Yahveh contra ti y te cargarías con un pecado.

9. πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τῆς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ καὶ οὐ δώσεις αὐτῷ καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη

10. Cuando le des algo, se lo has de dar de buena gana, que por esta acción te bendecirá Yahveh, tu Dios en todas tus obras y en todas tus empresas.

10. διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου

11. Pues no faltarán pobres en esta tierra; por eso te doy yo este mandamiento: debes abrir tu mano a tu hermano, a aquel de los tuyos que es indigente y pobre en tu tierra.

11. οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου

12. Si tu hermano hebreo, hombre o mujer, se vende a ti, te servirá durante seis años y al séptimo le dejarás libre.

12. ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Εβραῖος ἢ ἡ Εβραία δουλεύσει σοι ἓξ ἔτη καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ

13. Al dejarle libre, no le mandarás con las manos vacías;

13. ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν

14. le harás algún presente de tu ganado menor, de tu era y de tu lagar; le darás según como te haya bendecido Yahveh tu Dios.

14. ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τῆς ληνοῦ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτῷ

15. Recordarás que tu fuiste esclavo en el país de Egipto y que Yahveh tu Dios te rescató: por eso te mando esto hoy.

15. καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο

16. Pero si él te dice: «No quiero marcharme de tu lado», porque te ama, a ti y a tu casa, porque le va bien contigo,

16. ἐὰν δὲ λέγῃ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί

17. tomarás un punzón, le horadarás la oreja contra la puerta, y será tu siervo para siempre. Lo mismo harás con tu sierva.

17. καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως

18. No se te haga demasiado duro el dejarle en libertad, porque el haberte servido seis años vale por un doble salario de jornalero. Y Yahveh tu Dios te bendecirá en todo lo que hagas.

18. οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς

19. Todo primogénito que nazca en tu ganado mayor o menor, si es macho, lo consagraras a Yahveh tu Dios. No someterás al trabajo al primogénito de tu vaca ni esquilarás al primogénito de tu oveja.

19. πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου τὰ ἀρσενικά ἁγιάσεις κυρίῳ τῷ θεῷ σου οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου

20. Lo comerás, tú y tu casa, cada año, en presencia de Yahveh tu Dios, en el lugar elegido por Yahveh.

20. ἔναντι κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου σὺ καὶ ὁ οἶκός σου

21. Si tiene alguna tara, si es cojo o ciego o con algún otro defecto grave, no lo sacrificarás a Yahveh tu Dios.

21. ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός οὐ θύσεις αὐτὸ κυρίῳ τῷ θεῷ σου

22. Lo comerás en tus ciudades, lo mismo el puro que el impuro, como si fuese gacela o ciervo;

22. ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον

23. sólo la sangre no la comerás; la derramarás en tierra como agua.

23. πλὴν τὸ αἷμα οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.