Mosaico decorativo

1. And it came to pass in the seventh month, that Ismahel the son of Nathanias, the son of Elisama of the royal blood, and the nobles of the king, and ten men with him, came to Godolias the son of Ahicam into Masphath: and they ate bread there together in Masphath.

1. Gr. Jeremiah 41 (Heb. 34) ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων

2. And Ismahel the son of Nathanias arose, and the ten men that were with him, and they struck Godolias the son of Ahicam, the son of Saphan with the sword, and slew him whom the king of Babylon had made governor over the land.

2. οὕτως εἶπεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ οὕτως εἶπεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί

3. Ismahel slew also all the Jews that were with Godolias in Masphath, and the Chaldeans that were found there, and the soldiers.

3. καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ

4. And on the second day after he had killed Godolias, no man yet knowing it,

4. ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλεῦ Ιουδα οὕτως λέγει κύριος

5. There came some from Sichem, and from Silo, and from Samaria, fourscore men, with their beards shaven, and their clothes rent, and mourning: and they had offerings and incense in their hand, to offer in the house of the Lord.

5. ἐν εἰρήνῃ ἀποθανῇ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὦ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἶπεν κύριος

6. And Ismahel the son of Nathanias went forth from Masphath to meet them, weeping all along as he went: and when he had met them, he said to them: Come to Godolias, the son of Ahicam.

6. καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ

7. And when they were come to the midst of the city, Ismahel the son of Nathanias, slew them, and cast them into the midst of the pit, he and the men that were with him.

7. καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί

8. But ten men were found among them, that said to Ismahel : Kill us not: for we have stores in the field, of wheat, and barley, and oil, and honey. And he forbore, and slew them not with their brethren.

8. ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν

9. And the pit into which Ismahel cast all the dead bodies of the men whom he slew because of Godolias, is the same that king Asa made, for fear of Baasa the king of Israel: the same did Ismahel the son of Nathanias fill with them that were slain.

9. τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα

10. Then Ismahel carried away captive all the remnant of the people that were in Masphath : the king's daughters, and all the people that remained in Masphath: whom Nabuzardan the general of the army had committed to Godolias the son of Ahicam. And Ismahel the son of Nathanias took them, and he departed, to go over to the children of Ammon.

10. καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ

11. But Johanan the son of Caree, and all the captains of the fighting men that were with him, heard of the evil that Ismahel the son of Nathanias had done.

11. καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας

12. And taking all the men, they went out to fight against Ismahel the son of Nathanias, and they found him by the great waters that are in Gabaon.

12. καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων

13. And when all the people that were with Ismahel, had seen Johanan the son of Caree, and all the captains of the fighting men that were with him, they rejoiced.

13. οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων

14. And all the people whom Ismahel had taken, went back to Masphath: and they returned and went to Johanan the son of Caree.

14. ὅταν πληρωθῇ ἓξ ἔτη ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν

15. But Ismahel the son of Nathanias fled with eight men, from the face of Johanan, and went to the children of Ammon.

15. καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ

16. Then Johanan the son of Caree, and all the captains of the soldiers that were with him, took all the remnant of the people whom they had recovered from Ismahel the son of Nathanias, from Masphath, after that he had slain Godolias the son of Ahicam: valiant men for war, and the women, and the children, and the eunuchs, whom he had brought back from Gabaon:

16. καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν ὑμῖν εἰς παῖδας καὶ παιδίσκας

17. And they departed, and sat as sojourners in Chamaam, which is near Bethlehem: in order to go forward, and enter into Egypt,

17. διὰ τοῦτο οὕτως εἶπεν κύριος ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς

18. From the face of the Chaldeans: for they were afraid of them, because Ismahel the son of Nathanias had slain Godolias the son of Ahicam, whom the king of Babylon had made governor in the land of Juda.

18. καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ

19.

19. τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν

20.

20. καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς

21.

21. καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν

22.

22. ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.