Mosaico decorativo

1. Therefore when the holy city was inhabited with all peace, and the laws as yet were very well kept, because of the godliness of Onias the high priest, and the hatred his soul had of evil,

1. τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν

2. It came to pass that even the kings themselves, and the princes esteemed the place worthy of the highest honour, and glorified the temple with very great gifts:

2. συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν

3. So that Seleucus king of Asia allowed out of his revenues all the charges be- longing to the ministry of the sacrifices.

3. ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα

4. But one Simon of the tribe of Benjamin, who was appointed overseer of the temple, strove in opposition to the high priest, to bring about some unjust thing in the city.

4. Σιμων δέ τις ἐκ τῆς Βενιαμιν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας

5. And when he could not overcome Onias he went to Apollonius the son of Tharseas, who at that time was governor of Celesyria and Phenicia:

5. καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλθεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ’ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν

6. And told him, that the treasury in Jerusalem was full of immense sums of money, and the common store was infinite, which did not belong to the account of the sacrifices: and that it was possible to bring all into the king's hands.

6. καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα

7. Now when Apollonius had given the king notice concerning the money that he was told of, he called for Heliodorus, who had the charge over his affairs, and sent him with commission to bring him the foresaid money.

7. συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι

8. So Heliodorus forthwith began his journey, under a colour of visiting the cities of Celesyria and Phenicia, but in- deed to fulfil the king's purpose.

8. εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν

9. And when he was come to Jerusalem, and had been courteously received in the city by the high priest, he told him what information had been given concerning the money: and declared the cause for which he was come: and asked if these things were so indeed.

9. παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει

10. Then the high priest told him that these were sums deposited, and provisions for the subsistence of the widows and the fatherless.

10. τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν

11. And that some part of that which wicked Simon had given intelligence of, belonged to Hircanus son of Tobias, a man of great dignity: and that the whole was four hundred talents of silver, and two hundred of gold:

11. τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα χρυσίου δὲ διακόσια

12. But that to deceive them who had trusted to the place and temple which is honoured throughout the whole world, for the reverence and holiness of it, was a thing which could not by any means be done.

12. ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι

13. But he, by reason of the orders he had received from the king, said that by :all means the money must be carried to the king.

13. ὁ δὲ Ἡλιόδωρος δι’ ἃς εἶχεν βασιλικὰς ἐντολάς πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι

14. So on the day he had appointed, Heliodorus entered in to order this mat- tar. But there was no small terror throughout the whole city.

14. ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων ἦν δὲ οὐ μικρὰ καθ’ ὅλην τὴν πόλιν ἀγωνία

15. And the priests prostrated them- selves before the altar in their priests' vestments, and called upon him from heaven, who made the law concerning things given to be kept, that he would preserve them safe, for them that had deposited them.

15. οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι

16. Now whosoever saw the countenance of the high priest, was wounded in heart: for his face, and the changing of his colour declared the inward sorrow of his mind.

16. ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν

17. For the man was so compassed with sadness and horror of the body, that it was manifest to them that beheld him, what sorrow he had in his heart.

17. περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος δι’ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος

18. Others also came hocking together out of their houses, praying and making public supplication, because the place was like to come into contempt.

18. ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον

19. And the women, girded with haircloth about their breasts, came together in the streets. And the virgins also that were shut up, came forth, some to Onias, and some to the walls, and others looked out of the windows.

19. ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον αἱ δὲ κατάκλειστοι τῶν παρθένων αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας αἱ δὲ ἐπὶ τὰ τείχη τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον

20. And all holding up their hands towards heaven, made supplication.

20. πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν

21. For the expectation of the mixed multitude, and of the high priest who was in an agony, would have moved any one to pity.

21. ἐλεεῖν δ’ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν

22. And these indeed called upon al- mighty God, to preserve the things that had been committed to them, safe and sure for those that had committed them.

22. οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας

23. But Heliodorus executed that which he had resolved on, himself being present in the same place with his guard about the treasury.

23. ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει

24. But the spirit of the almighty God gave a great evidence of his presence, so that all that had presumed to obey him, falling down by the power of God, were struck with fainting and dread.

24. αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι

25. For there appeared to them a horse with a terrible rider upon him, adorned with a very rich covering: and he ran fiercely and struck Heliodorus with his fore feet, and he that sat upon him seemed to have armour of gold.

25. ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων

26. Moreover there appeared two other young men beautiful and strong, bright and glorious, and in comely apparel: who stood by him, on either side, and scourged him without ceasing with many stripes.

26. ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς κάλλιστοι δὲ τὴν δόξαν διαπρεπεῖς δὲ τὴν περιβολήν οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς

27. Arid Heliodorus suddenly fell to the ground, and they took him up covered with great darkness, and having put him into a litter they carried him out.

27. ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες

28. So he that came with many servants, and all his guard into the aforesaid treasury, was carried out, no one being able to help him, the manifest power of God being known.

28. τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες

29. And he indeed by the power of God lay speechless, and without all hope of recovery.

29. καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο

30. But they praised the Lord because he had glorified his place: and the temple, that a little before was full of fear and trouble, when the almighty Lord appeared, was filled with joy and gladness.

30. οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο

31. Then some of the friends of Heliodorus forthwith begged of Onias, that he would call upon the most High to grant him his life, who was ready to give up the ghost.

31. ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ

32. So the high priest considering that the king might perhaps suspect that some mischief had been done to Heliodorus by the Jews, offered a sacrifice of health for the recovery of the man.

32. ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας

33. And when the high priest was praying, the same young men in the same clothing stood by Heliodorus, and said to him: Give thanks to Onias the priest: because for his sake the Lord hath granted thee life.

33. ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος

34. And thou having been scourged by God, declare unto all men the great works and the power of God. And having spoken thus, they appeared no more.

34. σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο

35. So Heliodorus after he had offered a sacrifice to God, and made great vows to him, that had granted him life, and given thanks to Onias, taking his troops with him, returned to the king.

35. ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα

36. And he testified to all men the works of the great God, which he had seen with his own eyes.

36. ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ’ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ

37. And when the king asked Heliodorus, who might be a fit man to be sent yet once more to Jerusalem, he said:

37. τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ιεροσόλυμα ἔφησεν

38. If thou hast any enemy or traitor to thy kingdom, send him thither, and thou shalt receive him again scourged, if so be he escape: for there is undoubtedly in that place a certain power of God.

38. εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον πέμψον αὐτὸν ἐκεῖ καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ ἐάνπερ καὶ διασωθῇ διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν

39. For he that hath his dwelling in the heavens, is the visitor, and protector of that place, and he striketh and destroyeth them that come to do evil to it.

39. αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει

40. And the things concerning Heliodorus, and the keeping of the treasury fell out in this manner.

40. καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.