Mosaico decorativo

1. And when these things had been duly celebrated, all Israel that were found in the cities of Juda, went out, and they broke the idols, and cut down the groves. demolished the high places, and destroyed the altars, not only out of all Juda and Benjamin, but out of Ephraim also and Manasses, till they had utterly destroyed them: then all the children of Israel returned to their possessions and cities.

1. καὶ ὡς συνετελέσθη πάντα ταῦτα ἐξῆλθεν πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν

2. And Ezechias appointed companies of the priests, and the Levites, by their courses, every man in his own office, to wit, both of the priests, and of the Levites, for holocausts, and for peace offerings, to minister, and to praise, and to sing in the gates of the camp of the Lord.

2. καὶ ἔταξεν Εζεκιας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου κυρίου

3. And the king's part was, that of his proper substance the holocaust should be offered always morning and evening, and on the sabbaths, and the new moons and the other solemnities, as it is written in the law of Moses.

3. καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ κυρίου

4. He commanded also the people that dwelt in Jerusalem, to give to the priests, and the Levites their portion, that they might attend to the law of the Lord.

4. καὶ εἶπεν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ιερουσαλημ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου κυρίου

5. Which when it was noised abroad in the ears of the people, the children of Israel offered in abundance the firstfruits of corn, wine, and oil, and honey: and brought the tithe of all things which the ground bringeth forth.

5. καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν

6. Moreover the children of Israel and Juda, that dwelt in the cities of Juda, brought in the tithes of oxen, and sheep, and the tithes of holy things, which they had vowed to the Lord their God: and carrying them all, made many heaps.

6. οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς

7. In the third month they began to lay the foundations of the heaps, and in the seventh month, they finished them.

7. ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν

8. And when Ezechias and his princes came in, they saw the heaps, and they blessed the Lord and the people of Israel.

8. καὶ ἦλθεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ισραηλ

9. And Ezechias asked the priests and the Levites, why the heaps lay so.

9. καὶ ἐπυνθάνετο Εζεκιας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν

10. Azarias the chief priest of the race of Sadoc answered him, saying: Since the firstfruits began to be offered in the house of the Lord, we have eaten, and have been filled, and abundance is left, because the Lord hath blessed his people: and of that which is left is this great store which thou seest.

10. καὶ εἶπεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδωκ καὶ εἶπεν ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον κυρίου ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ καὶ κατελίπομεν ἔτι τὸ πλῆθος τοῦτο

11. Then Ezechias commanded to prepare storehouses in the house of the Lord. And when they had done so,

11. καὶ εἶπεν Εζεκιας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον κυρίου καὶ ἡτοίμασαν

12. They brought in faithfully both the firstfruits, and the tithes, and all they had vowed. And the overseer of them was Chonenias the Levite, and Semei his brother was the second,

12. καὶ εἰσήνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ’ αὐτῶν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος

13. And after him Jehiel, and Azarias, and Nahath, and Asael, and Jerimoth, and Jozabad, and Eliel, and Jesmachias, and Mahath, and Banaias, overseers under the hand of Chonenias, and Semei his brother, by the commandment of Ezechias the king, and Azarias the high priest of the house of God, to whom all things appertained.

13. καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεθ καὶ Ασαηλ καὶ Ιεριμωθ καὶ Ιωζαβαθ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααθ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενιου καὶ Σεμεϊ τοῦ ἀδελφοῦ αὐτοῦ καθὼς προσέταξεν ὁ βασιλεὺς Εζεκιας καὶ Αζαριας ὁ ἡγούμενος οἴκου κυρίου

14. But Core the son of Jemna the Levite, the porter of the east gate, was overseer of the things which were freely offered to the Lord, and of the firstfruits and the things dedicated for the holy of holies.

14. καὶ Κωρη ὁ τοῦ Ιεμνα ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων

15. And under his charge were Eden, and Benjamin, Jesue, and Semeias, and Amarias, and Sechenias, in the cities of the priests, to distribute faithfully portions to their brethren, both little and great:

15. διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ Ἰησοῦς καὶ Σεμεϊ καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν

16. Besides the males from three years old and upward, to all that went into the temple of the Lord, and whatsoever there was need of in the ministry, and their offices according to their courses, day by day.

16. ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον κυρίου εἰς λόγον ἡμερῶν εἰς ἡμέραν εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν

17. To the priests by their families, and to the Levites from the twentieth year and upward, by their classes and companies.

17. οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατ’ οἴκους πατριῶν καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει

18. And to all the multitude, both to their wives, and to their children of both sexes, victuals were given faithfully out of the things that had been sanctified.

18. ἐν καταλοχίαις ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον

19. Also of the sons of Aaron who were in the fields and in the suburbs of each city, there were men appointed, to distribute portions to all the males, among the priests and the Levites.

19. τοῖς υἱοῖς Ααρων τοῖς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις

20. So Ezechias did all things, which we have said in all Juda, and wrought that which was good; and right, and truth, before the Lord his God,

20. καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ

21. In all the service of the ministry of the house of the Lord according to the law and the ceremonies, desiring to seek his God with all his heart, and he did it and prospered,

21. καὶ ἐν παντὶ ἔργῳ ἐν ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώθη



Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.