Mosaico decorativo

Found 11195 Results for: Ὡς

  • κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους (Sabedoria 18, 9)

  • καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανοῦ μὲν ἥπτετο βεβήκει δ’ ἐπὶ γῆς (Sabedoria 18, 16)

  • οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν ἵνα μὴ ἀγνοοῦντες δι’ ὃ κακῶς πάσχουσιν ἀπόλωνται (Sabedoria 18, 19)

  • ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφῆς καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ (Sabedoria 18, 24)

  • ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη καὶ προσοδυρόμενοι τάφοις νεκρῶν ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας καὶ οὓς ἱκετεύοντες ἐξέβαλον τούτους ὡς φυγάδας ἐδίωκον (Sabedoria 19, 3)

  • εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προσαναπληρώσωσιν κόλασιν (Sabedoria 19, 4)

  • καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον (Sabedoria 19, 5)

  • ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο ὑπηρετοῦσα ταῖς σαῖς ἐπιταγαῖς ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς (Sabedoria 19, 6)

  • ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε κύριε τὸν ῥυσάμενον αὐτούς (Sabedoria 19, 9)

  • ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων (Sabedoria 19, 10)

  • καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον οὐκ ἄνευ τῶν προγεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν (Sabedoria 19, 13)

  • καὶ οὐ μόνον ἀλλ’ ἤ τις ἐπισκοπὴ ἔσται αὐτῶν ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους (Sabedoria 19, 15)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina