Mosaico decorativo

Found 11195 Results for: Ὡς

  • τοῖς δὲ Ιουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη (Ester 8, 16)

  • ἐν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός ὅς ἐστιν Αδαρ παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως (Ester 9, 1)

  • προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ (Ester 9, 4)

  • εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Εσθηρ ἀπώλεσαν οἱ Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι (Ester 9, 12)

  • καὶ εἶπεν Εσθηρ τῷ βασιλεῖ δοθήτω τοῖς Ιουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Αμαν (Ester 9, 13)

  • καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς Ιουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Αμαν κρεμάσαι (Ester 9, 14)

  • καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης (Ester 9, 17)

  • καὶ προσεδέξαντο οἱ Ιουδαῖοι καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος (Ester 9, 23)

  • πῶς Αμαν Αμαδαθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς (Ester 9, 24)

  • καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ιουδαίους κακά ἐπ’ αὐτὸν ἐγένοντο καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ (Ester 9, 25)

  • καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Ιουδαῖοι ἐφ’ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ’ αὐτῶν οὐδὲ μὴν ἄλλως χρήσονται αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν (Ester 9, 27)

  • ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν Ιουδαίων καὶ φιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ (3a) Addition to Esther VI (10:3a–3l/Vulgate 10:4–11:1) καὶ εἶπεν Μαρδοχαῖος παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα (3b) ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ εἶδον περὶ τῶν λόγων τούτων οὐδὲ γὰρ παρῆλθεν ἀπ’ αὐτῶν λόγος (3c) ἡ μικρὰ πηγή ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ Εσθηρ ἐστὶν ὁ ποταμός ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν (3d) οἱ δὲ δύο δράκοντες ἐγώ εἰμι καὶ Αμαν (3e) τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ιουδαίων (3f) τὸ δὲ ἔθνος τὸ ἐμόν οὗτός ἐστιν Ισραηλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐρρύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν (3g) διὰ τοῦτο ἐποίησεν κλήρους δύο ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσιν (3h) καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ θεοῦ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν (3i) καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτοῦ (3k) καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Αδαρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ισραηλ (3l) ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δωσίθεος ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραι ἣν ἔφασαν εἶναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ιερουσαλημ (Ester 10, 3)


"Nas tentações, combata com coragem! Nas quedas, humilhe-se mas não desanime!" São Padre Pio de Pietrelcina