Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ χριστὸς τὴν ἐκκλησίαν, (Efésios 5, 29)

  • ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. (Efésios 5, 30)

  • ἀντὶ τούτου καταλείψει ἄνθρωπος [τὸν] πατέρα καὶ [τὴν] μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. (Efésios 5, 31)

  • τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. (Efésios 5, 32)

  • πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. (Efésios 5, 33)

  • τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν [ἐν κυρίῳ], τοῦτο γάρ ἐστιν δίκαιον. (Efésios 6, 1)

  • τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, (Efésios 6, 2)

  • ἵνα εὗ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. (Efésios 6, 3)

  • καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. (Efésios 6, 4)

  • οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῶ χριστῶ, (Efésios 6, 5)

  • μὴ κατ᾽ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ᾽ ὡς δοῦλοι χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, (Efésios 6, 6)

  • μετ᾽ εὐνοίας δουλεύοντες, ὡς τῶ κυρίῳ καὶ οὐκ ἀνθρώποις, (Efésios 6, 7)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina