Found 35140 Results for: Ὁ
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· (Atos dos Apóstolos 18, 27)
εὐτόνως γὰρ τοῖς ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν, ἰησοῦν. (Atos dos Apóstolos 18, 28)
ἐγένετο δὲ ἐν τῶ τὸν ἀπολλῶ εἶναι ἐν κορίνθῳ παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη [κατ]ελθεῖν εἰς ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, (Atos dos Apóstolos 19, 1)
εἶπέν τε πρὸς αὐτούς, εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. (Atos dos Apóstolos 19, 2)
εἶπέν τε, εἰς τί οὗν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν, εἰς τὸ ἰωάννου βάπτισμα. (Atos dos Apóstolos 19, 3)
εἶπεν δὲ παῦλος, ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῶ λαῶ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν εἰς τὸν ἰησοῦν. (Atos dos Apóstolos 19, 4)
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ· (Atos dos Apóstolos 19, 5)
καὶ ἐπιθέντος αὐτοῖς τοῦ παύλου [τὰς] χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. (Atos dos Apóstolos 19, 6)
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. (Atos dos Apóstolos 19, 7)
εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων [τὰ] περὶ τῆς βασιλείας τοῦ θεοῦ. (Atos dos Apóstolos 19, 8)
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ τυράννου. (Atos dos Apóstolos 19, 9)
τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, ἰουδαίους τε καὶ ἕλληνας. (Atos dos Apóstolos 19, 10)