Found 35140 Results for: Ὁ
κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου (Daniel 13, 23)
οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὗ παρῳκοῦσαν καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ισραηλ (Daniel 13, 28)
καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥτις ἐστὶ γυνὴ Ιωακιμ οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν (Daniel 13, 29)
ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα (Daniel 13, 30)
καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν ἵνα ἐμπλησθῶσι κάλλους ἐπιθυμίας αὐτῆς (Daniel 13, 32)
καὶ ἐκλαίοσαν οἱ παρ’ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες (Daniel 13, 33)
ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς (Daniel 13, 34)
ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ κυρίῳ τῷ θεῷ αὐτῆς καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτῇ λέγουσα (35a) κύριε ὁ θεὸς ὁ αἰώνιος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπ’ ἐμοί καὶ εἰσήκουσε κύριος τῆς δεήσεως αὐτῆς (Daniel 13, 35)
οἱ δὲ δύο πρεσβύτεροι εἶπαν ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς (Daniel 13, 36)
καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις (Daniel 13, 37)
καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν τότε συνειπάμεθα ἀλλήλοις λέγοντες μάθωμεν τίνες εἰσὶν οὗτοι (Daniel 13, 38)
καὶ προσελθόντες ἐπέγνωμεν αὐτήν ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος (Daniel 13, 39)