Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ καὶ προσκόψει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται (Daniel 11, 19)

  • καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας εἰς ἀνάστασιν ἀνὴρ τύπτων δόξαν βασιλέως καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ (Daniel 11, 20)

  • καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταφρόνητος καὶ οὐ δοθήσεται ἐπ’ αὐτὸν δόξα βασιλέως καὶ ἥξει ἐξάπινα κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ (Daniel 11, 21)

  • καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ (Daniel 11, 22)

  • καὶ μετὰ τῆς διαθήκης καὶ δήμου συνταγέντος μετ’ αὐτοῦ ποιήσει ψεῦδος καὶ ἐπὶ ἔθνος ἰσχυρὸν ἐν ὀλιγοστῷ ἔθνει (Daniel 11, 23)

  • ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηθήσεται καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην (Daniel 11, 24)

  • καὶ ἐγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλῳ πολλῷ καὶ ὁ βασιλεὺς Αἰγύπτου ἐρεθισθήσεται εἰς πόλεμον ἐν ὄχλῳ ἰσχυρῷ σφόδρα λίαν καὶ οὐ στήσεται ὅτι διανοηθήσεται ἐπ’ αὐτὸν διανοίᾳ (Daniel 11, 25)

  • καὶ καταναλώσουσιν αὐτὸν μέριμναι αὐτοῦ καὶ ἀποστρέψουσιν αὐτόν καὶ παρελεύσεται καὶ κατασυριεῖ καὶ πεσοῦνται τραυματίαι πολλοί (Daniel 11, 26)

  • καὶ δύο βασιλεῖς μόνοι δειπνήσουσιν ἐπὶ τὸ αὐτὸ καὶ ἐπὶ μιᾶς τραπέζης φάγονται καὶ ψευδολογήσουσι καὶ οὐκ εὐοδωθήσονται ἔτι γὰρ συντέλεια εἰς καιρόν (Daniel 11, 27)

  • καὶ ἐπιστρέψει εἰς τὴν χώραν αὐτοῦ ἐν χρήμασι πολλοῖς καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὴν διαθήκην τοῦ ἁγίου ποιήσει καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτοῦ (Daniel 11, 28)

  • εἰς καιρόν καὶ εἰσελεύσεται εἰς Αἴγυπτον καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη (Daniel 11, 29)

  • καὶ ἥξουσι Ῥωμαῖοι καὶ ἐξώσουσιν αὐτὸν καὶ ἐμβριμήσονται αὐτῷ καὶ ἐπιστρέψει καὶ ὀργισθήσεται ἐπὶ τὴν διαθήκην τοῦ ἁγίου καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ διανοηθήσεται ἐπ’ αὐτούς ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην τοῦ ἁγίου (Daniel 11, 30)


"Diante de Deus ajoelhe-se sempre." São Padre Pio de Pietrelcina