Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου (Isaías 29, 9)

  • ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτά (Isaías 29, 10)

  • καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ (Isaías 29, 11)

  • καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρεῖ αὐτῷ ἀνάγνωθι τοῦτο καὶ ἐρεῖ οὐκ ἐπίσταμαι γράμματα (Isaías 29, 12)

  • καὶ εἶπεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας (Isaías 29, 13)

  • διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω (Isaías 29, 14)

  • οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν (Isaías 29, 15)

  • οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι οὐ σύ με ἔπλασας ἢ τὸ ποίημα τῷ ποιήσαντι οὐ συνετῶς με ἐποίησας (Isaías 29, 16)

  • οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται (Isaías 29, 17)

  • καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν βλέψονται (Isaías 29, 18)

  • καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνῃ καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης (Isaías 29, 19)

  • ἐξέλιπεν ἄνομος καὶ ἀπώλετο ὑπερήφανος καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ (Isaías 29, 20)


"Deus é servido apenas quando é servido de acordo com a Sua vontade." São Padre Pio de Pietrelcina