Found 35140 Results for: Ὁ
πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα (Eclesiástico 44, 7)
εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους (Eclesiástico 44, 8)
καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς (Eclesiástico 44, 9)
ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν (Eclesiástico 44, 10)
μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν (Eclesiástico 44, 11)
ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς (Eclesiástico 44, 12)
ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται (Eclesiástico 44, 13)
τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς (Eclesiástico 44, 14)
σοφίαν αὐτῶν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία (Eclesiástico 44, 15)
Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς (Eclesiástico 44, 16)
Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ ὅτε ἐγένετο κατακλυσμός (Eclesiástico 44, 17)
διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ (Eclesiástico 44, 18)