Found 35140 Results for: Ὁ
χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται (Eclesiástico 40, 25)
χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν (Eclesiástico 40, 26)
φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν (Eclesiástico 40, 27)
τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν (Eclesiástico 40, 28)
ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται (Eclesiástico 40, 29)
ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται (Eclesiástico 40, 30)
ὦ θάνατε ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν (Eclesiástico 41, 1)
ὦ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν (Eclesiástico 41, 2)
μὴ εὐλαβοῦ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων (Eclesiástico 41, 3)
τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς (Eclesiástico 41, 4)
τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν (Eclesiástico 41, 5)
τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος (Eclesiástico 41, 6)