Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς (Eclesiástico 13, 24)

  • καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά (Eclesiástico 13, 25)

  • ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων (Eclesiástico 13, 26)

  • μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν (Eclesiástico 14, 1)

  • μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ (Eclesiástico 14, 2)

  • ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα (Eclesiástico 14, 3)

  • ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι (Eclesiástico 14, 4)

  • ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ (Eclesiástico 14, 5)

  • τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ (Eclesiástico 14, 6)

  • κἂν εὖ ποιῇ ἐν λήθῃ ποιεῖ καὶ ἐπ’ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ (Eclesiástico 14, 7)

  • πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς (Eclesiástico 14, 8)

  • πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν (Eclesiástico 14, 9)


"Não sejamos mesquinhos com Deus que tanto nos enriquece." São Padre Pio de Pietrelcina