Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ (I Macabeus 5, 27)

  • καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί (I Macabeus 5, 28)

  • καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα (I Macabeus 5, 29)

  • καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς οὗ οὐκ ἦν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς (I Macabeus 5, 30)

  • καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ (I Macabeus 5, 31)

  • καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν (I Macabeus 5, 32)

  • καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ (I Macabeus 5, 33)

  • καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας (I Macabeus 5, 34)

  • καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί (I Macabeus 5, 35)

  • ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος (I Macabeus 5, 36)

  • μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου (I Macabeus 5, 37)

  • καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν δύναμις πολλὴ σφόδρα (I Macabeus 5, 38)


"Diga ao Senhor: Faça em mim segundo a Tua vontade, mas antes de mandar-me o sofrimento, dê-me forças para que eu possa sofrer com amor.". São Padre Pio de Pietrelcina