Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη (Salmos 44, 10)

  • ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου (Salmos 44, 11)

  • ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου (Salmos 44, 12)

  • καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ (Salmos 44, 13)

  • πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη (Salmos 44, 14)

  • ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι (Salmos 44, 15)

  • ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως (Salmos 44, 16)

  • ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν (Salmos 44, 17)

  • μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος (Salmos 44, 18)

  • Gr. Psalm 45 (Heb. 46) εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ὑπὲρ τῶν κρυφίων ψαλμός (Salmos 45, 1)

  • ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα (Salmos 45, 2)

  • διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν (Salmos 45, 3)


"Como é belo esperar!" São Padre Pio de Pietrelcina