Found 35140 Results for: Ὁ
ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον Ναθαν Ενναταν Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας (Esdras 8, 43)
καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου (Esdras 8, 44)
ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν (Esdras 8, 45)
καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς δέκα ὀκτώ (Esdras 8, 46)
καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν ἄνδρες εἴκοσι (Esdras 8, 47)
καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν ἱερόδουλοι διακόσιοι εἴκοσι πάντων ἐσημάνθη ἡ ὀνοματογραφία (Esdras 8, 48)
καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν (Esdras 8, 49)
ζητῆσαι παρ’ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν (Esdras 8, 50)
ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν (Esdras 8, 51)
εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν (Esdras 8, 52)
καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν (Esdras 8, 53)
καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ’ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα (Esdras 8, 54)