Mosaico decorativo

Found 31964 Results for: Ἢ

  • καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ᾖ ὑποκάτω αὐτοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 10)

  • καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 11)

  • καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονορρυής συντριβήσεται καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται (Levítico 15, 12)

  • ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται (Levítico 15, 13)

  • καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ (Levítico 15, 14)

  • καὶ ποιήσει αὐτὰ ὁ ἱερεύς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ (Levítico 15, 15)

  • καὶ ἄνθρωπος ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 16)

  • καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα ἐφ’ ὃ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας (Levítico 15, 17)

  • καὶ γυνή ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς κοίτην σπέρματος καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας (Levítico 15, 18)

  • καὶ γυνή ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 19)

  • καὶ πᾶν ἐφ’ ὃ ἂν κοιτάζηται ἐπ’ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς ἀκάθαρτον ἔσται καὶ πᾶν ἐφ’ ὃ ἂν ἐπικαθίσῃ ἐπ’ αὐτό ἀκάθαρτον ἔσται (Levítico 15, 20)

  • καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Levítico 15, 21)


"Rezai e continuai a rezar para não ficardes entorpecidos". São Padre Pio de Pietrelcina