Found 31964 Results for: Ἢ
ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα (Êxodo 1, 17)
εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον (Êxodo 1, 19)
ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας (Êxodo 1, 21)
συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Εβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό (Êxodo 1, 22)
ἦν δέ τις ἐκ τῆς φυλῆς Λευι ὃς ἔλαβεν τῶν θυγατέρων Λευι καὶ ἔσχεν αὐτήν (Êxodo 2, 1)
καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς (Êxodo 2, 2)
ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν (Êxodo 2, 3)
καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ (Êxodo 2, 4)
κατέβη δὲ ἡ θυγάτηρ Φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν (Êxodo 2, 5)
ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραω καὶ ἔφη ἀπὸ τῶν παιδίων τῶν Εβραίων τοῦτο (Êxodo 2, 6)
καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραω θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον (Êxodo 2, 7)
ἡ δὲ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραω πορεύου ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου (Êxodo 2, 8)