Found 31964 Results for: Ἡ
ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὗσιν θεοῖς· (Gálatas 4, 8)
νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; (Gálatas 4, 9)
ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. (Gálatas 4, 10)
φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. (Gálatas 4, 11)
γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· (Gálatas 4, 12)
οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, (Gálatas 4, 13)
καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς χριστὸν ἰησοῦν. (Gálatas 4, 14)
ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; (Gálatas 4, 16)
ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. (Gálatas 4, 17)
καλὸν δὲ ζηλοῦσθαι ἐν καλῶ πάντοτε, καὶ μὴ μόνον ἐν τῶ παρεῖναί με πρὸς ὑμᾶς, (Gálatas 4, 18)
τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὖ μορφωθῇ χριστὸς ἐν ὑμῖν· (Gálatas 4, 19)
ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν. (Gálatas 4, 20)