Found 31964 Results for: Ἡ
οἱ μὲν οὗν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν ἀντιπατρίδα· (Atos dos Apóstolos 23, 31)
τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῶ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· (Atos dos Apóstolos 23, 32)
οἵτινες εἰσελθόντες εἰς τὴν καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῶ ἡγεμόνι παρέστησαν καὶ τὸν παῦλον αὐτῶ. (Atos dos Apóstolos 23, 33)
ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ κιλικίας, (Atos dos Apóstolos 23, 34)
διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῶ πραιτωρίῳ τοῦ ἡρῴδου φυλάσσεσθαι αὐτόν. (Atos dos Apóstolos 23, 35)
μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῶ ἡγεμόνι κατὰ τοῦ παύλου. (Atos dos Apóstolos 24, 1)
κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ τέρτυλλος λέγων, πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῶ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, (Atos dos Apóstolos 24, 2)
πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε φῆλιξ, μετὰ πάσης εὐχαριστίας. (Atos dos Apóstolos 24, 3)
ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. (Atos dos Apóstolos 24, 4)
εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν ναζωραίων αἱρέσεως, (Atos dos Apóstolos 24, 5)
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν, (Atos dos Apóstolos 24, 6)
παρ᾽ οὖ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. (Atos dos Apóstolos 24, 8)