Mosaico decorativo

Found 31964 Results for: Ἡ

  • ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, σαοὺλ σαούλ, τί με διώκεις; (Atos dos Apóstolos 22, 7)

  • ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, κύριε; εἶπέν τε πρός με, ἐγώ εἰμι ἰησοῦς ὁ ναζωραῖος ὃν σὺ διώκεις. (Atos dos Apóstolos 22, 8)

  • οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. (Atos dos Apóstolos 22, 9)

  • εἶπον δέ, τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. (Atos dos Apóstolos 22, 10)

  • ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς δαμασκόν. (Atos dos Apóstolos 22, 11)

  • ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἰουδαίων, (Atos dos Apóstolos 22, 12)

  • ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. (Atos dos Apóstolos 22, 13)

  • ὁ δὲ εἶπεν, ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, (Atos dos Apóstolos 22, 14)

  • ὅτι ἔσῃ μάρτυς αὐτῶ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. (Atos dos Apóstolos 22, 15)

  • ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῶ ἱερῶ γενέσθαι με ἐν ἐκστάσει (Atos dos Apóstolos 22, 17)

  • καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ. (Atos dos Apóstolos 22, 18)

  • κἀγὼ εἶπον, κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· (Atos dos Apóstolos 22, 19)


"Como Jesus, preparemo-nos a duas ascensões: uma ao Calvário e outra ao Céu." São Padre Pio de Pietrelcina