Mosaico decorativo

Found 31964 Results for: Ἡ

  • οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· (Atos dos Apóstolos 17, 25)

  • ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, (Atos dos Apóstolos 17, 26)

  • ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. (Atos dos Apóstolos 17, 27)

  • ἐν αὐτῶ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν, τοῦ γὰρ καὶ γένος ἐσμέν. (Atos dos Apóstolos 17, 28)

  • γένος οὗν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῶ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. (Atos dos Apóstolos 17, 29)

  • τοὺς μὲν οὗν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, (Atos dos Apóstolos 17, 30)

  • καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. (Atos dos Apóstolos 17, 31)

  • οὕτως ὁ παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. (Atos dos Apóstolos 17, 33)

  • τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῶ ἐπίστευσαν, ἐν οἷς καὶ διονύσιος ὁ ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς. (Atos dos Apóstolos 17, 34)

  • μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν ἀθηνῶν ἦλθεν εἰς κόρινθον. (Atos dos Apóstolos 18, 1)

  • καὶ εὑρών τινα ἰουδαῖον ὀνόματι ἀκύλαν, ποντικὸν τῶ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς ἰταλίας καὶ πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι κλαύδιον χωρίζεσθαι πάντας τοὺς ἰουδαίους ἀπὸ τῆς ῥώμης, προσῆλθεν αὐτοῖς, (Atos dos Apóstolos 18, 2)

  • καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. (Atos dos Apóstolos 18, 3)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina