Mosaico decorativo

Found 31964 Results for: Ἡ

  • διήρχετο δὲ τὴν συρίαν καὶ [τὴν] κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας. (Atos dos Apóstolos 15, 41)

  • κατήντησεν δὲ [καὶ] εἰς δέρβην καὶ εἰς λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι τιμόθεος, υἱὸς γυναικὸς ἰουδαίας πιστῆς πατρὸς δὲ ἕλληνος, (Atos dos Apóstolos 16, 1)

  • τοῦτον ἠθέλησεν ὁ παῦλος σὺν αὐτῶ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. (Atos dos Apóstolos 16, 3)

  • αἱ μὲν οὗν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῶ ἀριθμῶ καθ᾽ ἡμέραν. (Atos dos Apóstolos 16, 5)

  • διῆλθον δὲ τὴν φρυγίαν καὶ γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ ἀσίᾳ· (Atos dos Apóstolos 16, 6)

  • ἐλθόντες δὲ κατὰ τὴν μυσίαν ἐπείραζον εἰς τὴν βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ἰησοῦ· (Atos dos Apóstolos 16, 7)

  • παρελθόντες δὲ τὴν μυσίαν κατέβησαν εἰς τρῳάδα. (Atos dos Apóstolos 16, 8)

  • καὶ ὅραμα διὰ [τῆς] νυκτὸς τῶ παύλῳ ὤφθη, ἀνὴρ μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, διαβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν. (Atos dos Apóstolos 16, 9)

  • ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς. (Atos dos Apóstolos 16, 10)

  • ἀναχθέντες δὲ ἀπὸ τρῳάδος εὐθυδρομήσαμεν εἰς σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς νέαν πόλιν, (Atos dos Apóstolos 16, 11)

  • κἀκεῖθεν εἰς φιλίππους, ἥτις ἐστὶν πρώτη[ς] μερίδος τῆς μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. (Atos dos Apóstolos 16, 12)

  • τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὖ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. (Atos dos Apóstolos 16, 13)


"Tente percorrer com toda a simplicidade o caminho de Nosso Senhor e não se aflija inutilmente." São Padre Pio de Pietrelcina