Mosaico decorativo

Found 31964 Results for: Ἡ

  • λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. (Atos dos Apóstolos 8, 19)

  • πέτρος δὲ εἶπεν πρὸς αὐτόν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. (Atos dos Apóstolos 8, 20)

  • οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ. (Atos dos Apóstolos 8, 21)

  • μετανόησον οὗν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· (Atos dos Apóstolos 8, 22)

  • εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. (Atos dos Apóstolos 8, 23)

  • ἀποκριθεὶς δὲ ὁ σίμων εἶπεν, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε. (Atos dos Apóstolos 8, 24)

  • οἱ μὲν οὗν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς ἱεροσόλυμα, πολλάς τε κώμας τῶν σαμαριτῶν εὐηγγελίζοντο. (Atos dos Apóstolos 8, 25)

  • ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς φίλιππον λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ἰερουσαλὴμ εἰς γάζαν· αὕτη ἐστὶν ἔρημος. (Atos dos Apóstolos 8, 26)

  • καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδοὺ ἀνὴρ αἰθίοψ εὐνοῦχος δυνάστης κανδάκης βασιλίσσης αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ἰερουσαλήμ, (Atos dos Apóstolos 8, 27)

  • ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην ἠσαΐαν. (Atos dos Apóstolos 8, 28)

  • εἶπεν δὲ τὸ πνεῦμα τῶ φιλίππῳ, πρόσελθε καὶ κολλήθητι τῶ ἅρματι τούτῳ. (Atos dos Apóstolos 8, 29)

  • προσδραμὼν δὲ ὁ φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; (Atos dos Apóstolos 8, 30)


"De todos os que vierem pedir meu auxílio, nunca perderei nenhum!" São Padre Pio de Pietrelcina