Mosaico decorativo

Found 1603 Results for: Ἐὰν

  • καὶ οὗτος ὁ νόμος ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας (Números 19, 14)

  • καὶ πᾶς ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται (Números 19, 16)

  • καὶ λήμψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρὸς καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς ὅσαι ἐὰν ὦσιν ἐκεῖ καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος (Números 19, 18)

  • καὶ ἄνθρωπος ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς ὅτι τὰ ἅγια κυρίου ἐμίανεν ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν ἀκάθαρτός ἐστιν (Números 19, 20)

  • καὶ παντός οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος ἀκάθαρτον ἔσται καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας (Números 19, 22)

  • καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα (Números 20, 19)

  • καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται (Números 21, 8)

  • καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράσῃ σύ κεκατήρανται (Números 22, 6)

  • καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἐὰν λαλήσῃ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ (Números 22, 8)

  • ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον (Números 22, 17)

  • καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου (Números 22, 18)

  • καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τῶν ἀνθρώπων πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σέ τοῦτο φυλάξῃ λαλῆσαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ (Números 22, 35)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina