Mosaico decorativo

Found 12438 Results for: Ἐπ

  • καὶ ἐποίησεν πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων αἵ εἰσιν Ααρων τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 8)

  • καὶ ἐποίησαν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης (Êxodo 36, 9)

  • ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν (Êxodo 36, 11)

  • ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ’ ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 12)

  • καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ (Êxodo 36, 13)

  • καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος λίθους μνημοσύνου τῶν υἱῶν Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 14)

  • καὶ ἐποίησαν λογεῖον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης (Êxodo 36, 15)

  • τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν (Êxodo 36, 16)

  • καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαροῦ (Êxodo 36, 22)

  • καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ’ ἀμφοτέρας τὰς ἀρχὰς τοῦ λογείου (Êxodo 36, 23)

  • καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ’ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου (Êxodo 36, 24)

  • καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἐναντίας κατὰ πρόσωπον (Êxodo 36, 25)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina