Mosaico decorativo

Found 12438 Results for: Ἐπ

  • καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ (II Crônicas 25, 10)

  • καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας (II Crônicas 25, 11)

  • καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ καὶ πάντες διερρήγνυντο (II Crônicas 25, 12)

  • καὶ οἱ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ’ αὐτοῦ εἰς πόλεμον καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά (II Crônicas 25, 13)

  • καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου (II Crônicas 25, 15)

  • καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε πρόσεχε μὴ μαστιγωθῇς καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου (II Crônicas 25, 16)

  • καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ (II Crônicas 25, 18)

  • εἶπας ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα νῦν κάθησο ἐν οἴκῳ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ (II Crônicas 25, 19)

  • καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν (II Crônicas 25, 24)

  • καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ (II Crônicas 25, 26)

  • καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Αμασιας ἀπὸ κυρίου καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ (II Crônicas 25, 27)

  • καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ (II Crônicas 25, 28)


"Diante de Deus ajoelhe-se sempre." São Padre Pio de Pietrelcina