Found 24028 Results for: Ἐν
καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρεῖς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν (II Samuel 11, 25)
καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέθανεν Ουριας ὁ ἀνὴρ αὐτῆς καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς (II Samuel 11, 26)
καὶ διῆλθεν τὸ πένθος καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησεν Δαυιδ ἐν ὀφθαλμοῖς κυρίου (II Samuel 11, 27)
καὶ ἀπέστειλεν κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης (II Samuel 12, 1)
καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ (II Samuel 12, 3)
καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν (II Samuel 12, 4)
καὶ ἐθυμώθη ὀργῇ Δαυιδ σφόδρα τῷ ἀνδρί καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν ζῇ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο (II Samuel 12, 5)
καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ’ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο (II Samuel 12, 6)
καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ (II Samuel 12, 7)
καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταῦτα (II Samuel 12, 8)
τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων (II Samuel 12, 9)
τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου (II Samuel 12, 11)