Found 24028 Results for: Ἐν
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ (Juízes 11, 8)
καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα (Juízes 11, 9)
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν (Juízes 11, 10)
καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα (Juízes 11, 11)
καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου (Juízes 11, 12)
καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι (Juízes 11, 13)
καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων (Juízes 11, 14)
καὶ εἶπεν αὐτῷ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων (Juízes 11, 15)
ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σιφ καὶ ἦλθεν εἰς Καδης (Juízes 11, 16)
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι δὴ ἐν τῇ γῇ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης (Juízes 11, 17)
καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ (Juízes 11, 18)
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα τοῦ Αμορραίου βασιλέα Εσεβων καὶ εἶπεν αὐτῷ Ισραηλ παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν (Juízes 11, 19)