Found 24028 Results for: Ἐν
καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βααλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν (Juízes 8, 33)
καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν (Juízes 8, 34)
καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ αὐτός ἐστιν Γεδεων κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ Ισραηλ (Juízes 8, 35)
καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων (Juízes 9, 1)
λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ τί τὸ ἀγαθὸν ὑμῖν κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι (Juízes 9, 2)
καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν (Juízes 9, 3)
καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ Αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ (Juízes 9, 4)
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη Ιωαθαν υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη (Juízes 9, 5)
καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πᾶς οἶκος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικιμοις (Juízes 9, 6)
καὶ ἀνηγγέλη τῷ Ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσεται ὑμῶν ὁ θεός (Juízes 9, 7)
πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ’ ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ’ ἡμῶν (Juízes 9, 8)
καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων (Juízes 9, 9)