Mosaico decorativo

Found 24028 Results for: Ἐν

  • καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαιμ (Juízes 3, 10)

  • καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ (Juízes 3, 11)

  • καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου (Juízes 3, 12)

  • καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων (Juízes 3, 13)

  • καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν τοῦ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ (Juízes 3, 15)

  • καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος αὐτῆς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ (Juízes 3, 16)

  • καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα (Juízes 3, 17)

  • καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Αωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα (Juízes 3, 18)

  • καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγαλ καὶ εἶπεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν Εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ’ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ’ αὐτόν (Juízes 3, 19)

  • καὶ Αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν Αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Εγλωμ ἐγγὺς αὐτοῦ (Juízes 3, 20)

  • καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ (Juízes 3, 21)

  • καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν Αωδ τὴν προστάδα (Juízes 3, 22)


"Quanto maiores forem os dons, maior deve ser sua humildade, lembrando de que tudo lhe foi dado como empréstimo." São Padre Pio de Pietrelcina