Found 24028 Results for: Ἐν
ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανοῦνται τὴν νεᾶνιν ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει καὶ τὸν ἄνθρωπον ὅτι ἐταπείνωσεν τὴν γυναῖκα τοῦ πλησίον καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν (Deuteronômio 22, 24)
ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς ἀποκτενεῖτε τὸν ἄνθρωπον τὸν κοιμώμενον μετ’ αὐτῆς μόνον (Deuteronômio 22, 25)
ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ (Deuteronômio 22, 27)
ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον ἥτις οὐ μεμνήστευται καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς καὶ εὑρεθῇ (Deuteronômio 22, 28)
δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ’ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου καὶ αὐτοῦ ἔσται γυνή ἀνθ’ ὧν ἐταπείνωσεν αὐτήν οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον (Deuteronômio 22, 29)
οὐκ εἰσελεύσεται Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν κυρίου καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα (Deuteronômio 23, 4)
παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τῆς Μεσοποταμίας καταράσασθαί σε (Deuteronômio 23, 5)
καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλααμ καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν ὅτι ἠγάπησέν σε κύριος ὁ θεός σου (Deuteronômio 23, 6)
οὐ βδελύξῃ Ιδουμαῖον ὅτι ἀδελφός σού ἐστιν οὐ βδελύξῃ Αἰγύπτιον ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ (Deuteronômio 23, 8)
υἱοὶ ἐὰν γενηθῶσιν αὐτοῖς γενεὰ τρίτη εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου (Deuteronômio 23, 9)
ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτός καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν (Deuteronômio 23, 11)
καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ (Deuteronômio 23, 14)