Mosaico decorativo

Found 24028 Results for: Ἐν

  • παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῶ θεῶ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. (Atos dos Apóstolos 12, 23)

  • ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο. (Atos dos Apóstolos 12, 24)

  • βαρναβᾶς δὲ καὶ σαῦλος ὑπέστρεψαν εἰς ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες ἰωάννην τὸν ἐπικληθέντα μᾶρκον. (Atos dos Apóstolos 12, 25)

  • ἦσαν δὲ ἐν ἀντιοχείᾳ κατὰ τὴν οὗσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε βαρναβᾶς καὶ συμεὼν ὁ καλούμενος νίγερ, καὶ λούκιος ὁ κυρηναῖος, μαναήν τε ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ σαῦλος. (Atos dos Apóstolos 13, 1)

  • λειτουργούντων δὲ αὐτῶν τῶ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι τὸν βαρναβᾶν καὶ σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. (Atos dos Apóstolos 13, 2)

  • τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. (Atos dos Apóstolos 13, 3)

  • αὐτοὶ μὲν οὗν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς κύπρον, (Atos dos Apóstolos 13, 4)

  • καὶ γενόμενοι ἐν σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ἰουδαίων· εἶχον δὲ καὶ ἰωάννην ὑπηρέτην. (Atos dos Apóstolos 13, 5)

  • ὃς ἦν σὺν τῶ ἀνθυπάτῳ σεργίῳ παύλῳ, ἀνδρὶ συνετῶ. οὖτος προσκαλεσάμενος βαρναβᾶν καὶ σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· (Atos dos Apóstolos 13, 7)

  • σαῦλος δέ, ὁ καὶ παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν (Atos dos Apóstolos 13, 9)

  • εἶπεν, ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας; (Atos dos Apóstolos 13, 10)

  • καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. (Atos dos Apóstolos 13, 11)


"Feliz a alma que atinge o nível de perfeição que Deus deseja!" São Padre Pio de Pietrelcina