Found 24028 Results for: Ἐν
λέγει αὐτῶ ὁ πιλᾶτος, τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ἰουδαίους, καὶ λέγει αὐτοῖς, ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῶ αἰτίαν. (São João 18, 38)
ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῶ πάσχα· βούλεσθε οὗν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; (São João 18, 39)
τότε οὗν ἔλαβεν ὁ πιλᾶτος τὸν ἰησοῦν καὶ ἐμαστίγωσεν. (São João 19, 1)
καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ πιλᾶτος καὶ λέγει αὐτοῖς, ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῶ. (São João 19, 4)
ἐξῆλθεν οὗν ὁ ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ἰδοὺ ὁ ἄνθρωπος. (São João 19, 5)
ὅτε οὗν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῶ αἰτίαν. (São João 19, 6)
ἀπεκρίθησαν αὐτῶ οἱ ἰουδαῖοι, ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. (São João 19, 7)
ὅτε οὗν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, (São João 19, 8)
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῶ ἰησοῦ, πόθεν εἶ σύ; ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῶ. (São João 19, 9)
ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, οὐκ εἶχες ἐξουσίαν κατ᾽ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. (São João 19, 11)
ὁ οὗν πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, ἑβραϊστὶ δὲ γαββαθα. (São João 19, 13)
ἐκραύγασαν οὗν ἐκεῖνοι, ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ πιλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα. (São João 19, 15)