Found 24028 Results for: Ἐν
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν. (São Lucas 1, 50)
ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· (São Lucas 1, 51)
καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, (São Lucas 1, 52)
πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. (São Lucas 1, 53)
καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῶ ἀβραὰμ καὶ τῶ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. (São Lucas 1, 55)
ἔμεινεν δὲ μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. (São Lucas 1, 56)
τῇ δὲ ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. (São Lucas 1, 57)
καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. (São Lucas 1, 58)
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῶ ὀνόματι τοῦ πατρὸς αὐτοῦ ζαχαρίαν. (São Lucas 1, 59)
καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, οὐχί, ἀλλὰ κληθήσεται ἰωάννης. (São Lucas 1, 60)
καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῶ ὀνόματι τούτῳ. (São Lucas 1, 61)
ἐνένευον δὲ τῶ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. (São Lucas 1, 62)