Mosaico decorativo

Found 24028 Results for: Ἐν

  • ὁ γὰρ ἡρῴδης ἐφοβεῖτο τὸν ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. (São Marcos 6, 20)

  • καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς γαλιλαίας, (São Marcos 6, 21)

  • καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ ἡρῳδιάδος καὶ ὀρχησαμένης, ἤρεσεν τῶ ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν ὁ βασιλεὺς τῶ κορασίῳ, αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· (São Marcos 6, 22)

  • καὶ ὤμοσεν αὐτῇ [πολλά], ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. (São Marcos 6, 23)

  • καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, τί αἰτήσωμαι; ἡ δὲ εἶπεν, τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτίζοντος. (São Marcos 6, 24)

  • καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν· (São Marcos 6, 26)

  • καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ (São Marcos 6, 27)

  • καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῶ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. (São Marcos 6, 28)

  • καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. (São Marcos 6, 29)

  • καὶ λέγει αὐτοῖς, δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. (São Marcos 6, 31)

  • καὶ ἀπῆλθον ἐν τῶ πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν. (São Marcos 6, 32)

  • καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. (São Marcos 6, 34)


"Seja modesto no olhar." São Padre Pio de Pietrelcina