Found 24028 Results for: Ἐν
καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῶ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. (São Mateus 8, 4)
εἰσελθόντος δὲ αὐτοῦ εἰς καφαρναοὺμ προσῆλθεν αὐτῶ ἑκατόνταρχος παρακαλῶν αὐτὸν (São Mateus 8, 5)
καὶ λέγων, κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. (São Mateus 8, 6)
ἀκούσας δὲ ὁ ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, ἀμὴν λέγω ὑμῖν, παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῶ ἰσραὴλ εὖρον. (São Mateus 8, 10)
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· (São Mateus 8, 11)
καὶ εἶπεν ὁ ἰησοῦς τῶ ἑκατοντάρχῃ, ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ. (São Mateus 8, 13)
καὶ ἐλθὼν ὁ ἰησοῦς εἰς τὴν οἰκίαν πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· (São Mateus 8, 14)
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῶ. (São Mateus 8, 15)
ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῶ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· (São Mateus 8, 16)
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ἠσαΐου τοῦ προφήτου λέγοντος, αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. (São Mateus 8, 17)
ἰδὼν δὲ ὁ ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. (São Mateus 8, 18)
καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῶ, διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. (São Mateus 8, 19)