Mosaico decorativo

Found 24028 Results for: Ἐν

  • ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν (II Macabeus 1, 27)

  • βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ (II Macabeus 1, 28)

  • καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου καθὼς εἶπεν Μωυσῆς (II Macabeus 1, 29)

  • καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν (II Macabeus 1, 31)

  • ὡς δὲ τοῦτο ἐγενήθη φλὸξ ἀνήφθη τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη (II Macabeus 1, 32)

  • ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη ἀφ’ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας (II Macabeus 1, 33)

  • περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα (II Macabeus 1, 34)

  • καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου (II Macabeus 1, 35)

  • εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους ὡς σεσήμανται (II Macabeus 2, 1)

  • καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοῖς τὸν νόμον ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ κυρίου καὶ ἵνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον (II Macabeus 2, 2)

  • ἦν δὲ ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν (II Macabeus 2, 4)

  • καὶ ἐλθὼν ὁ Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξεν (II Macabeus 2, 5)


"Ouço interiormente uma voz que constantemente me diz: Santifique-se e santifique!" São Padre Pio de Pietrelcina