Found 10040 Results for: Ἐκ
καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος θεοῦ αὐτῶν (Ageu 1, 14)
τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως (Ageu 1, 15)
εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων (Ageu 2, 2)
καὶ νῦν κατίσχυε Ζοροβαβελ λέγει κύριος καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς λέγει κύριος καὶ ποιεῖτε διότι μεθ’ ὑμῶν ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ (Ageu 2, 4)
καὶ συσσείσω πάντα τὰ ἔθνη καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης λέγει κύριος παντοκράτωρ (Ageu 2, 7)
ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος εἰ ἁγιασθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν οὔ (Ageu 2, 12)
καὶ εἶπεν Αγγαιος ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων εἰ μιανθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν μιανθήσεται (Ageu 2, 13)
καὶ ἀπεκρίθη Αγγαιος καὶ εἶπεν οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ λέγει κύριος καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας (Ageu 2, 14)
καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων (Ageu 2, 20)
εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα λέγων ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν (Ageu 2, 21)
καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ (Ageu 2, 22)
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ τὸν δοῦλόν μου λέγει κύριος καὶ θήσομαί σε ὡς σφραγῖδα διότι σὲ ᾑρέτισα λέγει κύριος παντοκράτωρ (Ageu 2, 23)