Found 1719 Results for: του πολέμου κατά του Μωάβ
καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν (Juízes 2, 14)
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου (Juízes 3, 12)
καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ (Juízes 3, 14)
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν τοῦ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ (Juízes 3, 15)
καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα (Juízes 3, 17)
καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν Αωδ τὴν προστάδα (Juízes 3, 22)
καὶ εἶπεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωαβ ἐν χειρὶ ἡμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι (Juízes 3, 28)
καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ (Juízes 3, 29)
καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν (Juízes 3, 30)
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη (Juízes 4, 3)
καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ ἀνέβη μετ’ αὐτοῦ Δεββωρα (Juízes 4, 10)
καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν (Juízes 7, 5)