Mosaico decorativo

Found 669 Results for: του πατέρα του Αβραάμ πολλών εθνών

  • ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς (Deuteronômio 14, 2)

  • ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν τρόπον ἐλάλησέν σοι καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν (Deuteronômio 15, 6)

  • ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων (Deuteronômio 18, 9)

  • οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας ἀπὸ σοῦ σφόδρα αἳ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων (Deuteronômio 20, 15)

  • ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομεῖν τὴν γῆν αὐτῶν οὐ ζωγρήσετε ἀπ’ αὐτῶν πᾶν ἐμπνέον (Deuteronômio 20, 16)

  • καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ θεῷ σου καθὼς ἐλάλησεν (Deuteronômio 26, 19)

  • καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς (Deuteronômio 28, 1)

  • ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν τὸν οὐρανόν δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν (Deuteronômio 28, 12)

  • ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἶπέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ (Deuteronômio 29, 12)

  • ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε (Deuteronômio 29, 15)

  • μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ (Deuteronômio 29, 17)

  • καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ (Deuteronômio 30, 3)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina