Found 3466 Results for: θεός του Ισραήλ
καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος λίθους μνημοσύνου τῶν υἱῶν Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 14)
καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγραμμένα εἰς σφραγῖδας ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς (Êxodo 36, 21)
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν (Êxodo 39, 10)
ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πᾶσαν τὴν ἀποσκευήν (Êxodo 39, 22)
ἡνίκα δ’ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς ἀνεζεύγνυσαν οἱ υἱοὶ Ισραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν (Êxodo 40, 36)
νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν (Êxodo 40, 38)
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ κυρίῳ ἀπὸ τῶν κτηνῶν ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν (Levítico 1, 2)
λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐτῶν (Levítico 4, 2)
ἐὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν (Levítico 4, 13)
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε (Levítico 7, 23)
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ὁ προσφέρων θυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου (Levítico 7, 29)
τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ (Levítico 7, 34)