Mosaico decorativo

Found 3466 Results for: θεός του Ισραήλ

  • καὶ πᾶς Ισραηλ ὁ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν (I Crônicas 9, 1)

  • καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ισραηλ οἱ ἱερεῖς οἱ Λευῖται καὶ οἱ δεδομένοι (I Crônicas 9, 2)

  • καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ισραηλ καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε (I Crônicas 10, 1)

  • καὶ εἶδεν πᾶς ἀνὴρ Ισραηλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς (I Crônicas 10, 7)

  • καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλααδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τῷ Σαουλ καὶ τῷ Ισραηλ (I Crônicas 10, 11)

  • καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς (I Crônicas 11, 1)

  • καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἶπεν κύριος ὁ θεός σού σοι σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ (I Crônicas 11, 2)

  • καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ (I Crônicas 11, 3)

  • καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν (I Crônicas 11, 4)

  • καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυιδ οἱ κατισχύοντες μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ (I Crônicas 11, 10)

  • καὶ εἶπεν ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί (I Crônicas 11, 19)

  • καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο (I Crônicas 12, 18)


"Jesus está com você." São Padre Pio de Pietrelcina