Found 17461 Results for: Τῷ
ἐν σείσματι κοσκίνου διαμένει κοπρία οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ (Eclesiástico 27, 4)
γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου (Eclesiástico 27, 6)
λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα (Eclesiástico 27, 10)
εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε (Eclesiástico 27, 12)
διήγησις μωρῶν προσόχθισμα καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας (Eclesiástico 27, 13)
λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων (Eclesiástico 27, 14)
ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά (Eclesiástico 27, 15)
ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ (Eclesiástico 27, 16)
καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον (Eclesiástico 27, 18)
καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν (Eclesiástico 27, 19)
ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον (Eclesiástico 27, 23)
πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ καὶ ὁ κύριος μισήσει αὐτόν (Eclesiástico 27, 24)