Found 17461 Results for: Τῷ
καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ καὶ εἶπεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου (I Samuel 28, 1)
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου καὶ εἶπεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας (I Samuel 28, 2)
καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα (I Samuel 28, 5)
καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις (I Samuel 28, 6)
καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ’ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι (I Samuel 28, 8)
καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν (I Samuel 28, 9)
καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων ζῇ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ (I Samuel 28, 10)
καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς μὴ φοβοῦ εἰπὸν τίνα ἑόρακας καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς (I Samuel 28, 13)
καὶ εἶπεν αὐτῇ τί ἔγνως καὶ εἶπεν αὐτῷ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (I Samuel 28, 14)
καὶ εἶπεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με καὶ εἶπεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω (I Samuel 28, 15)
καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ (I Samuel 28, 17)
καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην (I Samuel 28, 20)