Found 9372 Results for: Τῶν
καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου (I Macabeus 9, 34)
καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν (I Macabeus 9, 35)
μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν Ιωναθαν καὶ Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι υἱοὶ Ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβαθ θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανααν μετὰ παραπομπῆς μεγάλης (I Macabeus 9, 37)
καὶ ἐμνήσθησαν τοῦ αἵματος Ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους (I Macabeus 9, 38)
καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν (I Macabeus 9, 39)
καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν (I Macabeus 9, 40)
καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον (I Macabeus 9, 41)
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου (I Macabeus 9, 42)
καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ (I Macabeus 9, 43)
καὶ εἶπεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν (I Macabeus 9, 44)
νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν (I Macabeus 9, 46)
καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων (I Macabeus 9, 52)